Vesuvius HIC (From Epigrammata, Liber IV) IC est pampineis viridis modo Vesvius umbris, Haec iuga quam Nysae colles plus Bacchus amavit, Haec Veneris sedes, Lacedaemone gratior illi; Marcus Valerius Martialis. Ulysses and the Sirens (Sorrento) (From The Odyssey, Book XII) Ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ηώς. ἡ μὲν ἔπειτ ̓ ἀνὰ νῆσον ἀπέστιχε δια θεάων· αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους αὐτούς τ ̓ ἀμβαίνειν ἀνά τε πρυμνήσια λύσαι. οἱ δ ̓ αἶψ ̓ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθίζον. [ἑξῆς δ ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.] ἡμῖν δ ̓ αὖ κατόπισθε νεὸς κυανοπρώροιο ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα Vesuvius VESUVIO, covered with the fruitful vine, Here flourished once, and ran with floods of Here Bacchus oft to the cool shades retired, Ulysses and the Sirens (Sorrento) (From The Odyssey, Book XII) SHE spake; the Morning on her golden throne Looked forth; the glorious goddess went her way Into the isle, I to my ship, and bade The men embark and cast the hawsers loose. The hoary waters. Circè, amber-haired, ἤμεθα· τὴν δ ̓ ἄνεμός τε κυβερνήτης τ ̓ ἴθυνε. δὴ τότ ̓ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· “Ω φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ ̓ οἴους θέσφαθ ̓ ἅ μοι Κίρκη μυθήσατο, δια θεάων ἀλλ ̓ ἐρέω μὲν ἐγὼν, ἵνα εἰδότες ἤ κε θάνωμεν ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων φθόγγον ἀλεύασθαι καὶ λειμῶν ̓ ἀνθεμόεντα. οἷον ἔμ' ἠνώγειν ὅπ ̓ ἀκουέμεν· ἀλλά με δεσμῷ δήσατ ̓ ἐν ἀργαλέῳ, ὄφρ ̓ ἔμπεδον αὐτόθι μίμνω, ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ ̓ αὐτοῦ πείρατ ̓ ἀνήφθω. εἰ δέ κε λίσσωμαι ὑμέας λυσαί τε κελεύω, ὑμεῖς δὲ πλεόνεσσι τότ ̓ ἐν δεσμοῖσι πιέζειν. Η τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον τόφρα δὲ καρπαλίμως ἐξίκετο νηὺς εὐεργὴς νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὐρος ἀπήμων. αὐτίκ ̓ ἔπειτ ̓ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων. ἀνστάντες δ ̓ ἕταροι νεὸς ἱστία μηρύσαντο, καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δ ̓ ἐπ ̓ ἐρετμὰ ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον. αἶψα δ' ἰαίνετο κηρὸς, ἐπεὶ κέλετο μεγάλη ἲς Ἠελίου τ ̓ αὐγὴ Ὑπεριονίδαο ἄνακτος· ἑξείης δ' ἑτάροισιν ἐπ ̓ οὔατα πᾶσιν ἄλειψα. On board our galley, we sat down, and left "My friends! it were not well that one or two The doom of death, may be forewarned. And first May hear their voice, but ye must bind me first Be fastened round it. If I then entreat And bid you loose me, make the bands more strong." Thus to my crew I spake, and told them all Had hushed the winds to slumber. Straightway rose And kneaded each with a strong hand. It grew οἱ δ ̓ ἐν νηί μ ̓ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ ̓ αὐτοῦ πείρατ ̓ ἀνῆπτον· αὐτοὶ δ ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἀλλ ̓ ὅτε τόσσον ἀπὴν ὅσσον τε γέγωνε βοήσας, ῥίμφα διώκοντες, τὰς δ ̓ οὐ λάθεν ὠκύαλος νηὺς ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ ̓ ἔντυνον ἀοιδήν· ‘Δεῦρ ̓ ἄγ ̓ ἰων, πολύαιν' Οδυσεύ, μέγα κύδος ̓Αχαιών, νῆα κατάστησον, ἵνα νωιτέρην ὅπ ̓ ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ, πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὅπ ̓ ἀκοῦσαι, ἀλλ ̓ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ἴδμεν γάρ τοι πάνθ ̓ ὅσ ̓ ἐνὶ Τροίῃ εὐρείῃ ̓Αργείοι Τρώές τε θεῶν ἰότητι μόγησαν· ἴδμεν δ ̓ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. Ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κήρ ἤθελ ̓ ἀκουέμεναι, λῦσαί τ ̓ ἐκέλευον ἑταίρους, ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον. αὐτίκα δ ̓ ἀνστάντες Περιμήδης Ευρύλοχός τε πλείοσί μ' ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ ̓ ἔτ ̓ ἔπειτα φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ ̓ ἀοιδῆς, αἶψ ̓ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, ὅν σφιν ἐπ ̓ ὠσὶν ἄλειψ', ἐμέ τ ̓ ἐκ δεσμῶν ἀνέλυσαν. Homer. |